Letter 1609: The spiritual life is a journey with a beginning, a middle, and an end.

Isidore of PelusiumMakarios|c. 432 AD|Isidore of Pelusium|AI-assisted
education booksmonasticismtravel mobility

...and the light of divine philosophy. Therefore I must bring forward one credible witness who has had experience of both situations; for perhaps you will not be persuaded by us. Whom, then, do you consider worthy? Shall we bring Solomon into the midst? For when he was dominated by love of worldly affairs, he considered them greatest and beyond wonder, and devoted all his care to them — building splendid houses, gathering gold, assembling musical choruses, acquiring varieties of table-setters and cooks...

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

φον, καὶ τῆς θείας φιλοσοφίας τὸ φῶς. Οὐκοῦν ἕνα
σοι τῶν ἑκατέρου πράγματος πεῖραν εἰληφότων χρὴ
μάρτυρα ἀξιόπιστον παραγαγεῖν· ἡμῖν γὰρ ἴσως
οὐ πεισθήσῃ. Τίνα οὖν ἡγῇ ἀξιόχρεων; Βούλει τὸν
Σολομῶνα εἰς μέσον ἀγάγωμεν; Οὗτος γὰρ ἡνίκα
μὲν τῷ τῶν βιωτικῶν πραγμάτων ἔρωτι κεκράτητε,
μέγιστά τε αὐτὰ ἡγεῖτο, καὶ θαύματος κρείττονα,
καὶ πᾶσαν περὶ αὐτὰ τὴν φροντίδα ἔστρεφε· λαμπράς
μὲν οἰκοδομούμενος οἰκίας, χρυσίον δὲ συνάγων · καὶ
μουσικοὺς μὲν χοροὺς συγκροτῶν, τραπεζοποιῶν δὲ
γένη καὶ μαγείρων κτώμενος· καὶ τὴν ἀπὸ τῆς
ἐσθῆτος τρυφὴν, καὶ τὴν ἀπὸ τῶν παραδείσων τέρψιν,
καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς
ἑαυτῷ παρασκευάζων, καὶ πᾶσαν, ὡς εἰπεῖν, λεωφόρον
ψυχαγωγίας καὶ τέρψεως ἀνατέμνων. Ἐπειδὴ δὲ μικρὸν
ἐκεῖθεν ὥσπερ ἀπὸ μανίας ἀνήνεγκε, καὶ καθάπερ
ἐκ λαβυρίνθου τινὸς ζοφεροῦ πρὸς τὸ ὑπέρλαμπρον
τῆς ὑπερκοσμίου φιλοσοφίας ἀναβλέψαι ἠδυνήθη
φῶς, τὸ τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τῶν
οὐρανῶν ἀξίαν ἔῤῥηξε φωνήν· ε Ματαιότης ματαιο-
τήτων, τὰ πάντα ματαιότης. • Εἰ τοίνυν ὁ μηδ᾽ ἐν
χρόνοις γεγενημένος πολλὴν ἀπαιτοῦσι φιλοσοφίας
ἀκρίβειαν, ἠδυνήθη συνιδεῖν τὸ τῶν πραγμάτων
ἀνόητον, καὶ πολλὴν αὐτῶν καταγνῶναι ματαιότητα·
ποίαν ἔξομεν συγγνώμην οἱ πρὸς ὑψηλοτέραν κελευ-
σθέντες ἀναθῆναι φιλοσοφίας κορυφὴν, καὶ μηδὲ
τὴν αὐτὴν ἐκείνῳ δυνάμενοι ῥῆξαι φωνὴν, ἀλλ'
οὕτω περιεχόμενοι τῶν σχιῶν καὶ τῶν ὀνείρων, ὡς
καὶ σωτηρίας ὑπεριδεῖν

Related Letters