Letter 1565: Everyone, without exception, is utterly astonished and struck dumb when they see how quickly the great collapse and...

Isidore of PelusiumZosimos|c. 429 AD|Isidore of Pelusium|AI-assisted
grief deathmonasticismproperty economics

To Athanasios the Deacon. If every human being owes the debt of death, and it is impossible for this debt not to be repaid — which neither kings, nor tyrants, nor satraps, nor wise men, nor righteous men have been able to annul (for it is a divine decree that demands this) — then the rest must be pitied and mourned, for whom death becomes the beginning of punishments; but those must be praised and proclaimed, whose death has turned the end of their struggles into the beginning of their crowns. For having found the limit of supreme blessedness, they have been freed from all other concerns.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

Της. – ΑΘΑΝΑΣΙΩ ΔΙΑΚΟΝΩ.
Β Εἰ πᾶς ἄνθρωπος θανάτου ὄφλημα τυγχάνει, καὶ
ἀδύνατον τοῦτο [μὴ] ἀποδοθῆναι τὸ χρέος, ὁ μήτε βασι-
λεῖς, μήτε τύραννοι, μήτε σατράπαι, μήτε σοφοί,
μήτε δίκαιοι ἀκυρῶσαι ἠδυνήθησαν (θεία γάρ ἐστιν
ἀπόφασις ἡ τοῦτ᾽ ἀπαιτοῦσα)· τοὺς μὲν ἄλλους έλεη-
τέον καὶ θρηνητέον, οἷς ἡ τελευτὴ ἀρχὴ γίνεται
τιμωριῶν· ἐκείνους δὲ εὐφημητέον καὶ ἀνακηρυ-
κτέον, ὧν ἡ τελευτὴ τῶν ἀγώνων εἰς τὴν ἀρχὴν τῶν
στεφάνων περιέστη. Τῆς γὰρ ἄκρας μακαριότητος
εὑρηκότες τὸν ὄρον, τῶν ἄλλων ἁπάντων ἀμελήσαν
τες, μόνην τὴν ψυχὴν ἐκόσμησαν, ἧς καὶ τὸ σῶμα
ἀνάκτορον ἁγνείας ἀπέφηναν· ὁ καὶ ἐν τῇ ἀναστάσει
ἐπὶ τὸ κρεῖττον μετακοσμηθέν, τῇ ψυχῇ τὴν ἀθάνα
τον συζήσει ζωήν.
τινα γεγονότων ἐχθρῶν, θελήσας δὲ εὔξασθαι καὶ
ὑπὲρ τῶν κατὰ μελέτην καὶ σπουδὴν, διὰ τοῦ στόμα-
τος μόνου τοῦτο πεποιηκώς ἑάλων. Οὐ μὴν ἀπιστῶ
τοῖς εἰς τοσοῦτον ἀρετῆς ἀναβεβηκόσιν, ἀλλὰ καὶ
χαίρω καὶ συγχαίρω, καὶ εὐξαίμην εἰς τοῦτο φθάσαι
τὸ μέτρον. Οὐ γὰρ πάθοιμι τὸ πολλῶν πάθος, οἱ ὅταν
τινὸς μὴ δυνηθῶσιν ἐπιλαβέσθαι ἀρετῆς, ἅτοπόν τι
δρῶσιν · ἢ ἢ γὰρ ἀπιστοῦσι τοῖς κατωρθωκόσιν, ἐξ ὧν
πράττουσι καὶ περὶ τῶν ἄλλων ψηφιζόμενοι (πεφύ-
κασι γὰρ σχεδὸν ἅπαντες ἐκ τῶν καθ' ἑαυτοὺς καὶ
τὰς περὶ τῶν πέλας φέρειν ψήφους)· ἢ αἰσχυνόμενοι
τὸ ἐπὶ μικροψυχίᾳ ἀλῶναι, ἐναβρύνονται ὡς κατορώ
θώσαντες· καὶ μάλιστα ὅταν περὶ ἀδήλου πράγμα-
τος ὁ λόγος ᾖ· ἢ εἰς θεωρίας καταφεύγουσι, τὸ πρᾶ-
γμα ἀποδιδράσκοντες, ἵνα δόξοιεν μὴ ἐκ ῥαθυμίας,
ἀλλ᾽ ἀπὸ κρίσεως ὑγιοῦς μὴ κατωρθωκέναι. Ὅπερ Β'
τινὰς οἶδα παθόντας ἐγὼ τῶν μὴ δυνηθέντων και
τορθῶσαι, μηδὲ δύο χιτῶνας. Ἐχρῆν γὰρ μὴ εἰπεῖν,
ὅτι θεωρηθῆναι χρὴ, ἀλλὰ θαυμάσαι μὲν τοὺς κατορ-
θώσαντας, ὁμολογῆσαι δὲ τούτου τοῦ ἄθλου ἀπολε-
λεῖφθαι. Ἐγὼ γὰρ ἐκείνους μάλιστα ἀνακηρύττω,
τοὺς ἀνύσαντας ἅπερ τέως ἀνύσαι οὐκ ἠδυνήθην.

qui recte ac præclare quid agant: confitendum
Ego sane illos maxime praedico qui id praestant, quod
ΤηΘ. - ΜΑΡΤΥΡΙΟ.

---LETTER ---
Temporis ratio habenda. Occasio non negligenda.

"Αριστόν ἐστιν, ὦ φίλτατε, τὸ χρόνου φείδεσθαι -
οὐκ ἀνέχεται γὰρ αὖθις ἐπιφοιτᾷν, οὔτε μάτην ἀνα-
λωθεὶς τὴν αὐτὴν ὑποστρέφειν ἐδόν· νόμῳ δὲ φύ-
σεως ἀλύτῳ πειθόμενος (ὠκύτατος γάρ ἐστι καὶ
ταχύτατος), θέει μὲν ἀκίχητον δρόμον, λαβέσθαι δὲ
τοῖς βουλομένοις οὐ δίδωσιν. Οὐκοῦν χρὴ ἔχεσθαι αὐ-
τοῦ πλησιάζοντος · οἷόν τε γὰρ τότε ἑλεῖν καὶ κατα-
σχεῖν. Παριππεύσαντος γὰρ καὶ τὸ μεταδιώκειν ἀνή-
γυτον, καὶ τὸ καταλαμβάνειν ἀμήχανον.

---LETTER ---
Υ. - ΕΡΜΙΝΟ ΚΟΜΗΤΙ.

Μὴ θαύμαζε, εἰ τοσούτων ποιμένων λεγομένων
τὰ πρόβατα λυκοῦται. Τοσοῦτον γὰρ ἀπέχουσί τινες
ἐξ αὐτῶν (οὐ γὰρ πάντας αἰτιατέον) τοῦ φυ-
λάττειν καὶ ἐπιμελεῖσθαι, ὅτι οὐδὲ κυνῶν μιμοῦν-
ται τρόπον φυλαττόντων, ἀλλὰ τὰ λύκων δρῶσι, τὰ
πρόβατα κατεσθίοντες. Οὐ γὰρ ἤρκεσεν αὐτοῖς τὰ
ἔρια καὶ τὸ γάλα, ἀλλὰ καὶ αὐτῶν ἥψαντο, οὐχὶ
τῶν σωμάτων (ἧττον γὰρ ἂν ἦν), ἀλλὰ τῶν ψυχῶν·
πᾶν μὲν λιπαρὸν κατασφάζοντες, πᾶν δὲ ἀσθενὲς
παρορῶντες, πᾶν δὲ τετραυματισμένον οὐ θεραπεύον.
τες, τὸ δὲ ἰσχυρὸν καὶ μὴ εἶκον τῇ ἀσωτίᾳ αὐτῶν,
δόλοις καὶ ἐπιβουλαῖς κατεργαζόμενοι.

---LETTER ---
ΥΔ'. – ΔΩΡΟΘΕΟ ΛΑΜΠΡΟΤΑΤΩ.

Ἡδέως ἂν καὶ ἀσμένως τὴν ἀλήθειαν τιμῶν ἡττῆ-
σθαι δοκῶ, ἢ ψευδόμενος νικῶ. ᾿Αληθεύων μὲν γὰρ,
κἂν ἡττῆσθαι δόξω, νενίκηκα· ἀπάτῃ δὲ κρατήσας,
κᾶν νενικηκέναι δόξω, ἥττημαι.

Related Letters