Letter 246: Those who truly practice virtue by God's grace are the only ones who have the standing to correct others.

Isidore of PelusiumMaro|c. 409 AD|Isidore of Pelusium|AI-assisted
monasticism

And afterward, having eventually learned of the deception, Jacob's father-in-law Laban was indignant but did not cast her out, considering it improper to send away the one who had in any case been married by him. Then Laban, being accused as a deceiver, voluntarily rushed to give him the other daughter as well, since such a practice was entirely customary and permitted by ancient usage. And when Jacob accepted, the elder wife, though she was not pleasing to him, bore children. This narrative reveals the mysterious workings of divine providence, which brought good out of human deception and used the customs of an ancient culture to accomplish its purposes. For through the two wives of Jacob — Leah and Rachel — the twelve tribes of Israel were born, and through them the entire history of salvation was advanced. Thus what seemed at first to be mere trickery on Laban's part was woven by God into the fabric of his redemptive plan, demonstrating that divine wisdom can bring forth blessing from the most unpromising human circumstances.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

EPISTOLARUM LIB. II.
δὲ ὀψε ποτε γνοὺς τὴν ἁπάτην, ἡγανάκτησε μὲν, οὐκ ἐξέβαλε δὲ, ἄτοπον ἡγούμενος τὴν ὅπως δήποτε παρ' αὐτοῦ νυμφευθεῖσαν ἀποπέμψασθαι. Εἶν' ἐκεῖνος ἐγκαλούμενος ὡς ἀπατεὼν, αὐτεπάγγελτος ἐπὶ τὸ καὶ τὴν ἄλλην αὐτῷ δοῦναι ώρμησε, νενομισμένου πάντως τοῦ τοιούτου, καὶ συγκεχωρημένου ὑπὸ συνηθείας ἀρχαίας. Τοῦ δὲ καταδεξαμένου, ἡ μὲν πρεσβυτέρα, καίτοι μὴ καταθύμιος αὐτῷ οὖσα, ἔτικτεν· ἡ δὲ χειρωσαμένη αὐτὸν τῷ φίλτρῳ, οὐδ' ἐλπίδα τοῦ πράγματος εἶχεν· ἥτις καὶ τῇ λύπῃ κατακράτος ἀλοῦσα, ἡπείλει ἀναιρήσειν ἑαυτὴν, εἰ μὴ τέκοι. «Δός μοι γὰρ, φησὶ, τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγὼ, τουτέστιν, ἐμαυτὴν χειρώσομαι. Ὡς δ᾽ ἀπέγνω, πα-ρακέκληκεν αὐτὸν τῇ θεραπαινίδι ἑαυτῆς πλησιάσαι, ἵνα τὰ ἐξ ἐκείνης τικτόμενα τεκνοποιήσηται, καὶ δόξῃ παραμυθίαν τινὰ ἔχειν τῆς τοιαύτης συμφο-ρᾶς (68). Ἐδόκει γὰρ τότε μέγιστον κακὸν εἶναι ἡ ἀτεκνία. Ὁ δὲ (69) οὐ πάθει δουλωθεὶς (οὐ γὰρ ἂν τὴν ἄλεκτον κάλλος ἔχουσαν ἀφεὶς, θεραπαινίδι ἑαυ-τὸν ἐξεδίδου), ἀλλ᾽ ἐκείνην ἀθυμίας ἀπαλλάξαι βου-λόμενος, πείθεται. Ὡς δ' ἔτεκεν ἡ θεράπαινα, πάλιν ἡ πρεσβυτέρα ζηλοτυπήσασα, καίτοι παῖδας ἔχουσα πολλοὺς, ἡνάγκαζεν αὐτὸν καὶ πρὸς τὴν αὐτῆς εἰσ-ελθεῖν παιδίσκην. Ὁ δὲ στάσεως καὶ φιλονεικίας ἁπάσης ἀφορμὴν ἐκβαλεῖν ἐκ τῆς οἰκίας βουλόμενος, πείθεται. Καὶ ἡ σειρὰ αὐτῷ τῶν συμβεβηκότων ἀπὸ τοῦ περὶ τὴν Ῥαχὴλ ἐπλάκη φίλτρου. Εἰ γὰρ ταύ-την παρὰ τὴν ἀρχὴν εἰλήφει, ἴσως ἂν αὐτῇ ἡρχέ-σθη. Ἐπειδὴ δὲ ἀπάτην ὑπέμεινεν, οὐχ ἡδυπα-θῶς (70), ἀλλὰ παρ᾿ αὐτῶν τῶν ζηλοτυπῆσαι όφει-λουσῶν γυναικῶν, ποτὲ μὲν παρακαλούμενος, ποτὲ δὲ ἀναγκαζόμενος, εἰς τοῦτ᾽ ἐλθεῖν ἐξεδιάσθη. Ὁ μὲν οὖν Ἰσαὰκ, ὡς ἔφθην εἰπὼν, εἰς τοιαύτην μὴ (71) ἐμπεσὼν ἀνάγκην, μιᾷ ὡμίλησε γυναικὶ, καὶ ἀρκεσθεὶς ταύτῃ, καὶ ὑπὲρ τοῦ ᾿Αβραάμ, καὶ ὑπὲρ τοῦ Ἰακὼβ ἀπελογήσατο. Ὁ δὲ ᾿Απόστολος καὶ εἰς θεωρίαν ἔλκει τὰ γεγενημένα, εἰς τὰς δύο διαθή-κας, τὴν ᾿Αγαρ ἄγων καὶ τὴν Σάῤῥαν. Μηδεὶς τοιγαρ-οὖν τῶν ἀκρασίᾳ καὶ λαγνείᾳ δεδουλωμένων, καὶ τὰς μὲν ἑαυτῶν γυναῖκας ἀφιέντων, εἰς δὲ χαμαιτυπεία καλινδουμένων, καὶ στάσεις καὶ φιλονεικίας ἐν ταῖς ἑαυτῶν οἰκίαις ἐμβαλλόντων, τὰ τῶν ἀοιδίμων ἑκεί-νων, καὶ πάσῃ τῇ ἄλλῃ ἀρετῇ κεκοσμημένων, δι'; ἀνάγκην πραγμάτων παρακολουθήσαντα ἐλαττώματα προφέρων, ἀπολογίαν νομιζέτω ἔχειν τῆς αὐτοῦ κα-κίας, μηδὲ τοὺς πρὸ τοῦ νόμου πολιτευσαμένους τοῖς μετὰ τὸν νόμον και τὴν χάριν πολιτευόμενοις παραβάλλειν ἐπιχειρείτω. Εἰ γὰρ ἄγραφον οὖσαν τὴν ἀρε-τὴν ἀσμένως ἀσπασάμενοι, καὶ διὰ γραμμάτων με-μαθήκεσαν, πάντως ἂν πλέον διέλαμψαν. Τις γὰρ υἱὸν μονογενῆ καὶ ὀψίγονον, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει σφάξαι καταδέξοιτο, ὥσπερ ὁ Ἀβραάμ; Τίς
---CONTINUES---
ΣΜϚ΄. – ΠΕΤΡΩ.
Ἡ εἰρήνη τῇ δικαιοσύνῃ συγκεκραμένη θεῖόν ἐστι χρῆμα· εἰ δὲ θατέρα ἄνευ τῆς ἑτέρας εἴη, λυμαίνεται τῷ τῆς ἀρετῆς κάλλει. Ἔστι μὲν γὰρ εἰρήνη καὶ λῃσταῖς πρὸς ἑαυτοὺς καὶ λύκοις· τοῖς μὲν ἐπὶ λύμῃ τῶν ἀνθρώπων, τοῖς δὲ ἐπ᾿ ὀλέθριῳ τῶν προβάτων. Ἀλλ᾿ οὐκ ἂν καλέσαιμι ταύτην εἰρήνην (10) τὴν τῇ δικαιοσύνῃ μὴ κοσμουμένην. Εἰ δ' αὐτῇ συνέλθοι, ὄντως εἰρήνη κεκλήσεται. Διὸ καὶ ὁ Χριστὸς ἔφη · · Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. » Ὅτι γὰρ οὐ πᾶσαν εἰρήνην, ἀλλὰ τὴν τῇ κακίᾳ συνεζευγμένην ἀποκηρύττει,

Related Letters