Letter 34: Many people mock you as a grudge-bearer — and rightly so, since you use anger as a weapon of revenge.

Isidore of PelusiumChrusanthos|c. 395 AD|Isidore of Pelusium|AI-assisted
monasticism

To Dionysios. Concerning forgetfulness. Forgetfulness does not occur outside of human experience; yet it happens nonetheless, just as do other diseases. For it comes upon the souls from which memory has departed. But then it flees and departs whenever someone overcomes it with the weapons of memory. Since, therefore, when you were with us you had an unfading memory of virtue, but after you departed you gave yourself over to forgetfulness, as we have learned, we thought it necessary to cut short this forgetfulness by means of this letter, and to remind you through writing of those things which you practiced when present but neglected when absent. For the one who remembers virtue's demands while near his teachers but abandons them when far away reveals that his commitment was born not of genuine conviction but of external pressure. Therefore, arm yourself with the memory of what is good, and carry it with you wherever you go, knowing that God's eye sees you in every place, and that virtue's demands are no less binding when you are alone than when you are surrounded by those who watch over your soul. To the same. Human beings ought to persevere with reverence in good things, and not abandon their commitments at the first temptation.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

ΑΔ΄. – ΔΙΟΝΥΣΙΩ.
Περὶ λήθης.
Οὐκ ἐκτὸς ἀνθρωπίνου πάθους ἡ λήθη [συμβαί-
νει]
· συμβαίνει δὲ ὅμως, καθάπερ καὶ τὰ ἄλλα νοσή-
ματα. Ἔπεισι γὰρ τὰς ψυχὰς ὧν ἡ μνήμη κεχώρι-
σται. Ἀλλὰ τότε φεύγει καὶ οἶχεται, ὅταν τις αὐτὴν
τοῖς τῆς μνήμης ὅπλοις καταγωνίσηται. Ἐπεὶ γοῦν
ὅτε μὲν μεθ᾽ ἡμῶν ἡσθα, μνήμην ἄληστον εἶχες τῆς
ἀρετῆς· ἀποφοιτήσας, δὲ λήθῃ, ὡς ἐπυθόμεθα, ἐκδέ-
δωκας σαυτόν· ἀναγκαῖον ᾠήθημεν ταύτην κατατο-
---CONTINUES---
Δ΄. ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ.
Έδει τοὺς ἀνθρώπους τοῖς ἀγαθοῖς αἰδοῦς
προσκαρτεροῦντας, δι᾿ ὧν αὐτὸς γέγονεν ἐπὶ τὰ
χείρονα ἑλκύειν. Λυπεῖ σοι τὸ δεινὸν τούτου ὃν
περιτίθης; Εἰ τοῦτο οὕτως ἐχρῆν ὕπαρχον ἐλεημ
τίῳ, ἀλλὰ κατ' ἀναξίαν περιεποίησαν, οὐ διατεθή
ΛΒ΄. – ΗΣΑΙΑ ΣΤΡΑΤΙΩΤΗ.

Λίαν ἐκπλήττομαι πῶς μάλα ἀκριβῶς ἐπιστάμενος
τὴν μὲν θείαν δύναμιν ἄμαχον οὖσαν, καὶ ἀεὶ κατὰ
τὸ αὐτὸ καὶ ὡσαύτως ἔχουσαν, τῶν δ᾽ ἀνθρωπίνων
βέβαιον οὐδὲν, οὐδ᾽ ἀσφαλὲς, ἀλλὰ κἂν ἄγαν δυνατὸν
εἶναι δοκοίη, ἀμφίβολόν ἐστιν. Ὁμολογουμένην γὰρ
κέκτηται τὴν εἰς τουναντίον μεταβολήν· ὅταν μὴ
τὴν ἄνωθεν ἔχῃ βοπὴν, καὶ πτῶσιν ἐξαίσιον ὠδίνει,
οὐ μετρεῖς αὐτοῦ τὸ φρόνημα, ἀλλ᾽ ὑπερφυῶς ἐξο-
γκούμενος τὴν ἐναντίαν προκαλῇ μεταβολήν.
ΖΔ'. - ΠΑΥΛΟ.
Ἐπυθόμην ὡς σὺ μὲν σοφῶς ποιῶν, ἑκὼν δέδωκας
τοῦ λαθεῖν ἐξουσίαν. Ὁ δὲ βέλτιστος Χαιρήμων ὑπὸ
Αμμωνίου μὲν καθαιρεθείς, παρὰ δὲ Εὐσεβίου οὐκ
οἶδ' ὅπως χειροτονηθείς, δόξας μὴ πεφωρᾶσθαι οὐκ
ἠρυθρίασεν· ἀλλὰ καὶ φλυαρίαις τὴν σὴν ἡμείψατο
φιλοσοφίαν. Μὴ τοίνυν δυσχεράνῃς, εἰ ἄνθρωπος μήτ'
ἀρετῆς φροντίζων, μήτε φόβον θεῖον ἐν στέρνοις
ἔχων, κατὰ τῆς σῆς ἐπιεικείας ὥπλισε τὴν γλῶσταν,
ἀλλὰ προσδόκα καὶ ὑπὲρ τούτου στέφανον.
ΣΑΔ'. – ΑΛΥΠΙΟ ΕΠΙΣΚΟΠΟ.
Μὴ δυσχεράνης, ὦ βέλτιστε, ἐὰν ἐπαφῶ τὴν γλῶτ-
ταν τοῖς φιλαργύροις. Πρᾶγμα γὰρ λέξω σαφές,
καὶ ἁπλοῦν, καὶ μαρτυρίας μὴ δεόμενον. Τοσοῦτον
γὰρ κεχείρωνται τῷ νοσήματι, ὡς μηδὲ νόσημα αὐτὸ
ἡγεῖσθαι. Καθάπερ γὰρ οἱ οὐρανοπολῖται, οἱ ἐν τοῖς
δρεσι, φημί, μοναχοὶ, οὐδὲ ἴσασι τί ἐστι πλεονεξία·
οὕτως οὐδὲ οὗτοι, ἀλλ' οὐχ ὁμοίως, ἀλλ᾿ ἀπεναντίας
ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω εἶναι τοῦ
πάθους ἀγνοοῦσι τὸ νόσημα - οὗτοι δὲ οὐδὲ νόσημα
αὐτὸ ἡγοῦνται εἶναι. Οὕτω γὰρ παρώσατο τὴν ἀρε
τὴν ἡ κακία, καὶ τυραννεῖ (90), καὶ πάντα ἄνω καὶ
κάτω ποιεῖ, ὡς μηδὲ κακία εἶναι νομίζεσθαι.
ΛΔ΄. – ΤΩ ΑΥΤΩ
Εἰ πρὸς τὸ ἀληθὲς ἔχειν ἐγκείμενος τὴν ἀφορμὴν καὶ οὐ φανερὰν ἔχει τῆς πλάνης τὴν ἐξουσίαν, οἶμαι, καλῶς ὑπάρξει, καὶ μάλιστα εἰ ἡμερότητος γένοιτο πρὸς τὸ ὑποδεδεγμένον αὐτοῦ χάρμα, οὐδεὶς ἂν ἔτι ὑπόλοιπος τῶν εὖ νοούντων ὑπῆρχε, ἀλλὰ τὴν εὐθηνίαν ἅπαντες καὶ τὴν εὐκράτειαν τῆς δυνάμεως ἐνταῦθα ἀποκατέλαβον.
Θ΄. – ΑΜΜΩΝΙΟ ΣΧΟΛΑΣΤΙΚΟ.

Οἱ τοῖς ἑαυτῶν παισὶν ἔτι νηπίοις οὖσιν έγκατα-
σπείροντες πρῶτον μὲν τὸν περὶ τῆς θείας ὑπεροχῆς
τε καὶ προνοίας λόγον · δεύτερον δὲ τὸν περὶ ἀρετῆς
τρόπον, οὗτοι οὐ μόνον γονεῖς, ἀλλὰ καὶ διδάσκαλοι
ἄριστοι τυγχάνοντες τεύξονται θείων ἀμοιβῶν. Οἱ
δὲ πολυθεσίαν (30) καὶ κακίαν αὐτῆς (31) καταφυ-
τεύσαντες, ἅτε θύσαντες αὐτῶν τὰ τέκνα τοῖς δαί-
μοσιν, ἄξια κομιοῦνται τὰ ἐπίχειρα.
ΡΝΑ΄. – ΑΡΓΟΛΑΒΩ
Μὴ χαίρειν τοῖς τῶν πολλῶν κέρδεσιν.

Related Letters