Letter 926
Instruction for the Younger Monks
The young man must train himself in stillness of body and decorum of bearing, in a voice that is measured and well-ordered, in food and drink taken without commotion and in want. In the presence of elders, silence; in the presence of the wiser, attentive listening; toward his equals, love; toward his inferiors, loving counsel; withdrawal from base, fleshly, and meddlesome men. Let him utter little but think much; let him not be reckless in speech, nor go careering about in conversations, nor be ready for laughter; let him be adorned with modesty, not converse with women, keep his gaze below but his soul above, flee disputes, not chase after the dignity of teacher, not marvel at honors from men, and especially from those who do not know what is truly honorable, but pursue rather the approval of men of understanding, the praise finer than all others; and as he advances, let him accustom himself to seek only the praise that comes from God. And if he should attain to teaching and benefiting others, let him do this for the sake of the reward that is laid up with God, fulfilling it for God as a work owed, and receiving from Him the recompense in everlasting gifts.
AI-assisted translation - This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.
Latin / Greek Original
Δεῖ τὸν νέον ἀσκεῖν σώματος ἡσυχίαν, καὶ κοσμιότητα σχήματος, φωνὴν σύμμετρον, καὶ εὐτακτον, τροφὴν καὶ πότον ἀθόρυβον, καὶ μετ' ἐνδείας.
ἐπὶ πρεσβυτέρων σιγὴν, ἐπὶ σοφωτέρων ἀκρόασιν, πρὸς τοὺς ἴσους ἀγάπην, πρὸς τοὺς ἐλάσσονα· ἀγαπητικὴν συμβουλὴν, ἀπὸ τῶν φαύλων, καὶ σαρκικῶν, καὶ φιλοπραγμόνων ἀναχώρησιν. Ὀλίγα φθέγγεσθαι, πλείονα δὲ νοεῖν, μὴ θρασύνεσθαι λόγῳ, μὴ περιπετεύειν ὁμιλίαις, μὴ πρόχειρον εἶναι περὶ γέλωτα, αἰδεῖ κοσμεῖσθαι, γυναιξὶ μὴ διαλέγεσθαι, κάτω τὸ βλέμμα ἔχειν, ἄνω δὲ τὴν ψυχὴν, φεύγειν ἀντιλογίας, μὴ διδασκαλικὸν μεταδιώκειν ἀξίωμα, μὴ θαυμάζειν τὰς παρὰ ἀνθρώπων τιμὰς, καὶ μάλιστα τῶν οὐκ εἰδότων τὸ ὄντως τίμιον, μεταδιώκειν τὴν παρὰ ἀνθρώποις τοῖς συνετοῖς ἀποδοχὴν, τῶν πάντων καλλίονα ἔπαινον, προκόπτοντα δὲ συνεθίζεσθαι ἐπιζητεῖν ἔπαινον μόνον τὸν παρὰ Θεοῦ. Καὶ εἰ τοῦ διδάσκειν, καὶ ὠφελεῖν ἑτέρους ἐφίχοιτο, μισθοῦ χάριν τοῦ παρὰ Θεοῦ κειμένου τοῦτο ποιεῖν, κα. ὡς ἔργον ὀφειλόμενον πληροῦν τῷ Θεῷ, καὶ παρ᾿ αὐτοῦ κομιζόμενον τὴν ἀνταπόδοσιν ἐν αἰωνίαις δωρεαῖς.
---LETTER ΤΔ΄.---
Ὅσοι μὴ βούλονται διὰ τῆς τοῦ λόγου ὑπακοῆς, καὶ πίστεως σωθῆναι, οὗτοι κατά τινα ἀπόῤῥητον τοῦ Θεοῦ ἀγαθότητα διὰ τῶν ἀλγεινῶν, καὶ σκυθρωπῶν ἐπιφορῶν σωφρονίζονται.
---LETTER ΤΕ΄.---
Τὸ πρᾷως, καὶ μετὰ φιλοσοφίας βαστάσαι βαρεῖαν τινα, καὶ ἀδόκητον συμφορὰν, πάντων ἐστὶν μεῖζον τῶν κατορθωμάτων, καὶ αὐτῆς τῆς ἐλεημοσύνης.
---LETTER ΤϚ΄.---
Οἶδεν ὁ ἡμέτερος Δεσπότης ὧν χρείαν ἔχομεν, καὶ ἔσθ᾿ ὅτε πρὸς αὐτῇ τῇ ἐξόδῳ, ἀνοίξει ἀναστὰς τῷ κρούοντι δι᾿ εὐχῆς, καὶ ἐλπίδος, καὶ δώσει τὸ πνευματικὸν αἴτημα τῆς καρδίας.
---LETTER ΤΖ΄.---
Κἂν μὴ ταχέως λάβῃς τὸ αἴτημά σου, κἂν μηδὲ ὅλως λάβῃς, ἴσως γὰρ οὐ συμφέρει τῇ ψυχῇ σου ἡ αἴτησις· αὐτὸ μόνον τὸ στῆναι εἰς προσευχὴν, καὶ προσομιλεῖν τῷ τὰ πάντα κτίσαντι Θεῷ, πόσου ἄξιον, εἰπέ μοι.
---LETTER ΤΗ΄.---
Ἡμεῖς αἴτιοι τῆς ἡμετέρας ἀπωλείας ὑπάρχομεν. Ἐὰν δὲ μετανοήσωμεν, κἂν κύνες τινὲς ὦμεν περιλείχοντες τοὺς πόδας τοῦ Δεσπότου προτιμησόμεθα τῶν ἀμελούντων τέκνων. Ὅσα γὰρ μὴ ἀνύει φιλία, τοσαῦτα ἀνύει προσεδρία, καὶ πένθος, καὶ δέησις ἐκτενής.
---LETTER ΤΘ΄.---
Ἐὰν μή τις ὁπλίσηται τῇ καλλίστῃ ὑπομονῇ, εὐχείρωτος γενήσεται τῷ Σατανᾷ, μύρια γὰρ θήρατρα ἔνθεν κἀνθεπ παραπήγνυται τοῖς μοναχοῖς. Ὅθεν ταραινεῖ ἡμᾶς ὁ Κύριος λέγων· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ὁ γὰρ ὑπομείνας ἐς τέλος, οὗτος σωθήσεται.
---LETTER ΤΙ΄.---
Εἰ βουλόμεθα καὶ ἡμεῖς, ἵνα καὶ πρὸς ἡμᾶς ἔλθῃ.
δ
θύρων κεκλεισμένων, σπουδάσωμεν ἀποκλεῖσαι τὰς
θύρας, τὸ μὲν στόμα τῇ βελτίστῃ σιωπῇ, τὸ δὲ ὄμμα
τοῦ μὴ ἐμπαθῶς βλέπειν, ἀκοὴν δὲ κωλύοντες,
ἀκροᾶσθαι ῥημάτων φθοροποιῶν, ὀσφρήσει δὲ καὶ
ἁφῇ ἐκκλίνοντες τὰς σαρκικὰς ἡδονάς.
---LETTER ΤΙΑ΄.---
Οὐκ ἐπιλανθάνεται ὁ Θεὸς τῶν μεμνημένων αὐ-
τοῦ, ἀλλὰ καὶ πάνυ μνημονεύει ἀνθρώπου, ὧν ᾧ
εἰσιν οἱ λόγοι τοῦ Κυρίου. Φησὶ γὰρ τοῦ Ἱερε-
μίου, ἀνθ’ ὧν οἱ λόγισμοί μου παρ’ αὐτῷ εἰσι, μνείᾳ
μνησθήσομαι αὐτοῦ.
---LETTER ΤΙΒ΄.---
Φάσκεις θλίβεσθαι πάνυ, καὶ ἀμηχανεῖν ἐπὶ πᾶσι
τοῖς ἀθέσμοις, καὶ θεομάχοις λογισμοῖς τοῖς ὑπὸ τοῦ
διαβόλου βαλλομένοις τῇ ψυχῇ· ἀλλ’ ἀποκρούου καθ-
όσον δύνασαι τὴν ἀθυμίαν, καὶ τὴν ἀμηχανίαν, καὶ
χαῖρε μᾶλλον τῇ ἐπαγγελίᾳ τῶν θείων στεφάνων
σεαυτὸν ἀνακτώμενος, καὶ ρωννύων. Οὐδαμῶς γὰρ
ἀπολέσει Κύριος πάντας τοὺς γνησίως πρὸς αὐτὸν
διηνεκῶς βλέποντας.
---LETTER ΤΙΓ΄.---
Εἰ θαυμάζεις τὸ κάλλος τῶν παρόντων
κτισμάτων, πολλῷ μᾶλλον τὰ μέλλοντα θαύμασον. Εἰ
καλὰ τὰ δημιουργήματα, πολλῷ μᾶλλον καὶ ἀπει-
ροπλασίως καλλίων ὑπάρχει ὁ ποιήσας Κύριος. Εἰ τὰ
πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Ἀπὸ τῶν
δρωμένων τοἵνυν ἐπὶ τὰ ἀόρατα μετάθες τὴν
νοῦν.
---LETTER ΤΙΔ΄.---
Γνῶθι σεαυτὸν πρὸ πάντων, οὐδὲν γὰρ δυσχερέστε-
ρον τοῦ ἑαυτὸν γνῶναι, οὐδὲν ἐπικονώτερον, οὐδὲν
ἐργωδέστερον. Ὅταν δὲ σεαυτὸν γνῷς, τότε δυνήσῃ
καὶ Θεὸν ἐπιγνῶναι, καὶ τῷ λογισμῷ ἐπελθεῖν τὰ
κτίσματα, ὡς προσήκει.
---LETTER ΤΙΕ΄.---
Κυρίως σοφός, καὶ φύσει μόνος ἐστὶν ὁ Θεός,
ἄγγελοι καὶ ἄνθρωποι κατὰ μετοχὴν ἔχουσι τὴν
σοφίαν. Σοφὸς τοίνυν ὑπάρχων ὁ Δεσπότης, ἐπίστα-
ται τίνος μὲν ταχέως ὑπακούσει, τίνι δὲ βράδυτερον
παρέξει τὸ αἴτημα. Οὐκ οἴδαμεν γὰρ ἡμεῖς ἑαυτούς,
ὡς οἶδεν ἡμᾶς ὁ κτίσας πάντα Θεός, καὶ πρὸς τὸ
συμφέρον ἡμῖν βραδέως ἢ ταχέως ὀρέγει τὴν αἴτη-
σιν, Ὅθεν μηδαμῶς μικροψυχῶμεν, μηδὲ ἀκηδιῶ-
μεν, ἀλλὰ στερεοί, καὶ ἑδραῖοι μένωμεν εὐχαρι-
στοῦντες, καὶ αἰτούμενοι καὶ ἀπεκδεχόμενοι, καὶ
ἐλπίζοντες λήψεσθαι, «Πῶς γὰρ ὁ αἰτῶν λαμβάνει,
καὶ ὁ ζητῶν τὰ κρείττονα εὑρίσκει, καὶ τῷ κρούοντι
ἀνοιγήσεται πύλη δικαιοσύνης;»
---LETTER ΤΙϚ΄.---
Τοὺς ἐπιγνώμονας τῆς προσούσης αὐτοῖς ἀσθε-
νείας, ὅταν τοὺς προπολεμοῦντας αὐτοῖς δαίμονας
ῥαγδαιοτέρους φωράσουσι, ἐπὶ τὸν Θεὸν τὴν πᾶσαν
ῥίπτειν ἐλπίδα, καὶ πρόμαχον αὐτὸν παρέσθαι παρα-
καλεῖν ἐκτενῶς δεῖ.
---LETTER ΤΙΖ΄.---
Καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγο-
ρας, καὶ περὶ τὰ μάταια τὴν σαυτοῦ περιέλκεις καρ-
δίαν· ἀλλ’ ὅμως μειοῦταί σου ἡ ζωή, κἂν αὐτὸς μὴ
αἰσθάνῃ, μηδὲ συνῇς.
---LETTER ΤΙΘ'.---
Ἴσως ἀγνοεῖς, καίπερ πολλάκις ἀνεγνωκὼς τὸ
μὴ χρῆναι παννύχιον καθεύδειν βουληφόρον ἄνδρα.
Οὐ δεῖ γὰρ πᾶσαν τὴν νύκτα ὡς νεκρὸν κοιμᾶσθαι
τὴν ἐξεταζόμενον ταῖς θείαις βουλαῖς, καὶ προσδο-
κῶντα τὸν Κύριον πότε ἥξει ἐκ τῶν ἐπουρανίων,
καὶ λογοθετήσει τὸ καθ’ ἡμᾶς. Διόπερ ὁ μὴ γινώ-
σκων ἅπερ ἀνέγνω, καθεύδεις ἀκορέστως ἀφ’ ἑσπέ-
ρας μέχρι τῆς τοῦ ἡλίου αὔριον ἀνατολῆς, ῥέγχων,
καὶ μένων ἀσάλευτος· ὅθεν κἂν ἀπὸ τοῦ παρόντος
ἐκδίδαξαι τὴν σεαυτοῦ νωθείαν, καὶ σπεῦδε τὸν
ἄλογον ἐκτινάξαι ὕπνον, καὶ γεύσασθαι τοῦ τῆς
ψαλμῳδίας ἀμβροσίου γλυκάσματος, μετέθες αὐτὸν
πρὸς τὴν ἀμείνονα λῆξιν, καὶ καλλίστην κατάστασιν,
θέλησον τῇ βίᾳ τῆς φιλοθέου σπουδῆς ἐκνικῆσαι, καὶ
λῦσαι τὴν βίαν τῆς ἀμελείας, καὶ τῆς ἀφάτου χαυ-
νώσεως. Ἔδει γὰρ ἔθος ὑπαλλάσσεσθαι πέφυκε. Μή
μοι τὴν τυραννίδα προβάλλου τῆς συνηθείας. Εἰ γὰρ
ἡ χλιαρότης, καὶ ἡ νωθεία φύσις ἀπέστησαν, πολλῷ
μᾶλλον ἡ σπουδή, καὶ νήψις φύσις πάλιν γενέσθαι
δυνήσεται. Ἐπικαλοῦ τὸν Θεὸν εἰς τὸ βοηθῆσαί σοι,
καὶ πάντως ἐπακούσεται, καὶ παρέξει χάρισμα δῦ-
νάμεως, καὶ τὸ ἀνεμπόδιστον πρὸς τὴν ἐδοιπορίαν
τῆς ἀρετῆς. Θαυματουργεῖ γὰρ ὁ Κύριος καὶ ἐπ-
ἐκείνα φύσεως. Κἂν γὰρ περιπλεκομένη ἡ προκε-
κρατηκυῖα νωθεία τε, καὶ ἀτονία παρεμποδίζειν
δοκοίη, ἀλλὰ μεῖζον τὸ ἐνισχύον ὀφθήσεται.
---LETTER ΤΙΘ'.---
Μεγάλην ἡ προσευχὴ παρὰ τοῖς βεβαιοπίστοις τὴν
δύναμιν καὶ τὴν ἰσχὺν κέκτηται. Δεῖ οὖν πάντοτε
προσεύχεσθαι νύκτα καὶ ἡμέραν. Εἰ δὲ ἀκηδιῶμεν
τὴν προσευχήν, πολλαῖς ζημίαις ὑποπεσούμεθα, καὶ
τῇ ἐσχάτῃ βλάβῃ, καὶ οὔτε τι τῶν σπουδῆς ἀξίων
ἀνύσομεν, καὶ αὐτῷ δὲ ἀποξενωσόμεθα τοῦ Κυ-
ρίου, μὴ βουλόμενοι αὐτῷ προσκολληθῆναι δι’ εὐχῆς,
καὶ ἐλπίδος, καὶ τῆς ἐπαινουμένης προσεδρείας.
---LETTER ΤΚ'.---
(1) Οὐχ ἁπλῶς τοῖς τυχοῦσι τὴν θείαν χάριν δω-
ρεῖται ὁ Κύριος, ἀλλὰ τοῖς μετὰ πόνου καὶ μόχθου
καὶ ἱδρώτων αὐτουμένοις νύκτωρ καὶ καθ’ ἡμέραν.
Οὐκοῦν μᾶλλον τὴν εὐκτικὴν λειτουργίαν μεταχει-
ρισώμεθα.
---LETTER ΤΚΑ'.---
Μὴ ἀπαναίνου ἀῤῥωστεῖν τῷ σώματι, καὶ ποικί-
λαις ὀδύναις συνέχισθαι, «Μηδὲ ἀποποιοῦ μου τὸ
κρῖμα, » καθὼς φησὶν ὁ Κύριος τῷ Ἰὼβ· μᾶλλον δὲ
μετ’ εὐχαριστίας τὰς ἀλγηδόνας ὑπόμενε, ὅπως διὰ
τούτων ἐξαλειφθῶσι πάντα σου τὰ πταίσματα.
---LETTER ΤΚΒ'.---
Ὥσπερ οἱ εἰσπορευόμενοι εἰς τὸ λουτρὸν, γυμοῦν-
ται παντὸς περιβλήματος, οὕτω δεῖ καὶ τοὺς ἐν τῇ
ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτι-
κῆς γυμνωθέντας, ἐντὸς γενέσθαι τοῦ κατὰ σοφίαν
θείου πολιτεύματος.
---LETTER ΤΚΓ΄.---
Οὐκ ἔστιν εὔλογον γελᾶν, καὶ παίζειν, καὶ τέρπε-
σθαι τὸν ἐξημαρτηκότα, οὐδὲ μετεωρίζεσθαι ἐν ὀρ-
γολογίᾳ πολλῇ, θρηνεῖν δὲ καὶ κόπτεσθαι μᾶλλον
νύκτωρ καὶ καθ’ ἡμέραν, ἀκούοντα τοῦ προφήτου
λέγοντος· « Μὴ χαῖρε, Ἰσραήλ, μηδὲ εὐφραίνου,
καθὼς οἱ μὴ γνόντες τὸν Θεὸν λαοί· ἐπόρνευσας γὰρ
ἀπὸ Κυρίου Θεοῦ σου, καὶ πενθεῖν κεχρεώστηκας. »
---LETTER ΤΚΔ΄.---
Καμάτου χρήζεις διὰ τὸ προληφθῆναι σε τῷ κακῷ,
μεγάλης ἰάσεως, μεγάλης εὐεργεσίας, διὰ τοῦτο με-
γάλης ποιοῦ καταφυγῆς. Χρεία δὲ ὑπομονῆς τῷ
προσἰόντι Θεῷ, καὶ δεῖ βοᾶν ἐπὶ πολὺ ἡμέρας καὶ
νυκτός, καὶ ζητεῖν τὸν ἀληθινὸν ἰατρόν, τὸν ἐκ τῶν
ἀνιάτων ἰώμενον, τὸν ἀληθινὸν ἐλευθερωτήν, τὸν
ἀπὸ τῆς πικροτάτης δουλείας ἐλευθερῶσαι δυνάμε-
νον. Ἐὰν μικροψυχήσῃς, οὐχ εὑρήσεις· ἐὰν δὲ πα-
ραμείνῃς, ἐπιτεύξῃ. Παρρησίαν οὐκ ἔχεις διὰ τὴν
συνείδησιν, ἀλλὰ προσευχὴν μεθ’ ὑπομονῆς δύνασαι
ἔχειν. Λέγει γὰρ ὁ Σωτὴρ ἡμῶν, « Αἰτεῖτε, καὶ δοθή-
σεται ὑμῖν. »
---LETTER ΤΚΕ΄.---
Πρὶν ἐκεῖνο τὸ φρικῶδες καθεσθῇ δικαστήριον, ἔνθα
μὴ μόνον πράξεων, καὶ ῥημάτων, ἀλλὰ καὶ νοημά-
των τῷ τὰ κρυπτὰ βλέποντι εὐθύνας ὠφέζομεν, χρὴ
« προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, »
καὶ τοὺς Δεσποτικοὺς ἱλασμοὺς ἐκκαλέσασθαι διὰ τῆς
κατὰ τὸν βίον ἐμπόνου ἐπιμελείας, ἐκμιμουμένους
τὸν τηλικοῦτον Προφήτην καὶ βασιλέα.
---LETTER ΤΚϚ΄.---
Μηδὲν ἐν τῷ φαινομένῳ παρόντι κόσμῳ, τῆς κατὰ
Θεὸν ψυχικῆς σωτηρίας θελήσῃς προκρῖναι.
---LETTER ΤΚΖ΄.---
Τόλμησον προσελθεῖν μετὰ κλαυθμοῦ τῷ οὐρανίῳ
ἀρχιατρῷ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς σου ἀπογύ-
μνωσον τραύματα· οὐδὲν γὰρ ἄν εἴη πάθος, ὅπερ
μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς φιλανθρωπότατος.
---LETTER ΤΚΗ΄.---
Φεύγωμεν τοὺς τῶν ἀνωφελῶν ἀνθρώπων συνδυα-
σμοὺς τὴν μόνωσιν ἀσπαζόμενοι· ἐπιδιαθὴς γὰρ,
καὶ τῆς εἰρηνικῆς καταστάσεως φθοροποιὸς ἡ μετὰ
τῶν οἰκειοτέρων συνδιαίτησις. Ὥσπερ γὰρ οἱ ἐν
ἀέρι λοιμικῷ συγγινόμενοι πάντα νοσοῦσιν, οὕτως οἱ
ἄνθρωποι διαφόροις συνδιάγοντες μεταλαμβάνουσι
πάντως καὶ τῆς ἐκείνων κακίας.
---LETTER ΤΚΘ΄.---
Ἀκριβῶς ὀφείλει γινώσκειν ἡ σὴ ἀπαιδευσία, ὅτι
ἐὰν τὰ τῶν ἀποστόλων ἐργάζηται σημεῖα, ὁ φιλεν-
δείκτης, καὶ στασιοποιός, καὶ ἄργυλος, βδελυκτὸς
ὑπάρχει ἐνώπιον Θεοῦ, καὶ ἀνθρώπων. Καὶ μὴν μηδὲ
ἐκεῖνο ἀγνοήσῃς· πολλοὶ τῶν ἐπισκόπων ἔχουσι κα-
τακληρονομῆσαι τὸν κάμινον τοῦ πυρός.
Revision history
- 2026-05-27v2.2.34-import
Initial corpus import from modern nilus ancyra workflow v1.
Fields: letter text, metadata, source links. Source: project source import