Letter 209: Two things above all bring us down: the flattery of others that inflates us beyond what we are, and the neglect of...

Isidore of PelusiumNeidos|c. 406 AD|Isidore of Pelusium|AI-assisted
monasticism

To Theognostos. What is the meaning of \"Render unto Caesar the things that are Caesar's, and unto God the things that are God's.\" If anything belonging to matter, if anything that is provision for error, if anything that is an idol of deception has been smuggled into us by the indwelling negligence, the Lord wishes this to be thrown back by us to the craftsman and maker of wickedness. But if anything is an advisor of virtue, if anything is a mark of dignity, if anything is a commodity of sobriety and security, this we must both consider and believe to be God's and to render it to God. For the Lord's saying, far from establishing a simple division between the secular and the sacred, teaches us to discern the origin of everything within us: whatever tends toward sin and corruption belongs to the realm of the evil one and must be rejected and returned to its source; whatever tends toward goodness, truth, and holiness bears the image of God and must be consecrated to his service. In this way, the entire person — body, soul, and spirit — becomes an offering to God, and nothing within us remains under the dominion of Caesar, that is, of the worldly powers that would claim our ultimate allegiance.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

ΣΟ΄. – ΘΕΟΓΝΩΣΤΟ.
Τί ἐστι, « Τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ
τῷ θεῷ. »

Εἰ τι τῆς ὕλης ἴδιον, εἴ τι πλάνης ἐφόδιον, εἴ τι
ἀπάτης εἴδωλον ἐν ἡμῖν ἡ ἕνοικος εἰσέφρησε ῥαθυμία,
τοῦτο τῷ δημιουργῷ καὶ ποιητῇ τῆς κακίας ἐπιρ-
ῥίπτεσθαι παρ' ἡμῶν ὁ Κύριος βούλεται. Εἰ τι δὲ
ἀρετῆς σύμβουλον, εἴ τι σεμνότητος γνώρισμα, εἴ τι
νήψεως καὶ ἀσφαλείας ἐμπόρευμα (1), τοῦτο Θεοῦ
καὶ ἡγεῖσθαι καὶ πεπεῖσθαι τυγχάνειν δώρημα, καὶ
ἀξίαν αὐτῷ προσκομίζειν τὴν αἴνεσιν. Τοῦτό ἐστιν
ὁ φησιν, « ᾿Απόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ
τοῦ Θεοῦ τῷ θεῷ. »
ΩΘ΄. – ΣΑΒΙΝΩ ΔΙΚΑΣΤΗ
ΣΖΒ΄. – ΕΡΜΟΓΕΝΕΙ ΕΗΙΣΚΟΠΩ.
Οἱ φίλοι, περὶ ὧν γέγραφας, οὔτε παραινέσεως δέονται, οὔτε προτροπῆς. Ἐοίκασι γὰρ [οὐ] παυσα-μένοις οὐδέποτε τῆς ἐπὶ τοῖς καλλίστοις ἁμίλλης, ἀλλ᾽ ἕως τέλους, ἅτε δὴ τῶν οὐρανίων γερῶν δεινῶς
---CONTINUES---
ΠΕΤΡΩ.
Ὥσπερ οἱ ἐπιστήμονες τῶν ἰατρῶν ἐν τοῖς προοιμίοις τῶν παθῶν οὐ ῥᾳδίως προσφέρουσι βοηθήματα, διὰ τὸ τὴν ἐπιφορὰν τοῦ ῥεύματος ἐξυδαροῦν τὰ προσφερόμενα φάρμακα · ἀλλ᾽ ἐνδόντες ὀλίγον λωφῆσαι τὰ πάθη, οὕτως ἐπὶ τὴν ἰατρικὴν βαδίζουσιν · οὕτως οὐδ᾽ ἀκμαζούσης τῆς λύπης δεῖ τῷ ὑπὸ ταύτης μεθύοντι ἐπιπλήττειν· εἱ δὲ μὴ λήσομεν τὸν λόγον, ὥσπερ κολλούριον ἄχρηστον καθιστῶντες, ἀλλὰ συλλυπηθέντες βραχὺ καὶ ἐνδόντες ὀλίγον ῥαῖσαι τὸ πάθος· οὕτως ἐπὶ τὴν θεραπείαν ὁδεῦσαι. Οὗ δὴ καὶ ἡμεῖς χάριν βραδύτερον ἐπὶ τὴν θεραπείαν τὴν σὴν ἐληλύθαμεν. ᾿Ανάνευσον τοιγαροῦν, ὦ φίλος, ἐκ τῆς ἀκράτου λύπης, ἐννοῶν ὅτι οὔτε μόνος, οὔτε πρῶτος τοῦτο πέπονθας· ἀλλὰ κοινόν ἐστι πάθος, καὶ ὅσον οὐδέπω καὶ ἡμεῖς τὴν αὐτὴν βαδιούμεθα ὁδὸν, λόγον τῶν πεπραγμένων ὑφέξοντες.
ΣΘ. – ΘΕΟΛΟΓΙΩ.
Εἰς τὸ· · Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ
ἐξῆς.

Εἷς μὲν ἐστιν ἀμφοτέρων τῶν διαθηκῶν ὁ νομοθέν
της ἀλλ᾽ ὁ μὲν νόμος δυσηνίοις οὖσι τοῖς Ἰουδαίοις
τὰς πράξεις ἀπηγόρευε μόνον· τὸ δὲ Εὐαγγέλιον
ἅτε φιλοσόφοις δογματίζων, καὶ τὰς ἐννοίας, ἀφ᾽ ὧν
αἱ πράξεις φύουσιν, ὥσπερ πηγὰς τῶν κακῶν προ-
αναστέλλει, οὐ γενόμενα μόνον τὰ ἁμαρτήματα κολά-
ζον ἀκριβῶς, ἀλλὰ μηδὲ γενέσθαι, κωλύον ἀσφαλῶς,
Ei šὲ βούλει, καὶ αὐτὰ γυμνάσωμεν τὰ ῥήματα (51)·
οὐδὲν δὲ, οἷον αὐτῆς ἀκοῦσαι οῦσαι τῆς Γραφῆς. « Ἐρρέθη,
φησὶ, τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ
ἐδόντα ἀντὶ ὁδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντι-
στῆναι τῷ πονηρῷ. » Ὁ μὲν μέτρον τῆς δίκης ὁρίζει
Β τὴν ἰσότητα τοῦ πάθους, τοσοῦτον δρᾶσαι τοῖς ἡδι-
κημένοις συγχωρήσας, οἷον πεπόνθασιν (52), ἐν τῷ
φάβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν προαναστέλλων τὸ και
κόν. Αύτη γὰρ ἡ ἐκδοχὴ τῆς τοῦ νομοθέτου βαθείας
ἅπτεται φρενός· τὸ δ᾽ ἐν τῇ πραότητι τοῦ παθόντος,
ἔστησε τῆς κακίας τὴν ἐπὶ τὰ χείρω πρόοδον. Ἐπειδὴ
γὰρ τῶν ἀμυνομένων ἡ ἀδικία (53) δικαίως ὥριστο,
καὶ πρὸς τὸ μηδὲν πραχθῆναι δεινὸν νενομοθέτητο,
μίμησις ἦν τῶν ὁμοίων· ἔδρα γὰρ ἔκαστος ὅπερ
ἡδικημένος ἐνεκάλει· καὶ οὐ λῆξις ἦν τῶν προτέρων
τοῦτο, ἀλλὰ καὶ πρόκλησις ἀργαλεωτέρων κακῶν·
τοῦ μὲν αὖθις παροξυνομένου καὶ δρῶντος · τοῦ δὲ
καὶ δεύτερον ἀμύνασθαι φιλονεικοῦντος· ὅρον δὲ τῶν
κακῶν οὐδένα εἰδότος· οὐδὲ τῇ οὐδὲ τῇ ἀμύνῃ (54) τελευτήν,
ἀλλ' ἀρχὴν μειζόνων συμφορῶν ὠδίνουσαν, εἰς ἄ-
απονδόν τινα ἐκπεπτωκότων ἔριν, καὶ τοῦ νόμου τὰ
σοφὸν ἐκδιαζομένων ἐφόδιον ποιεῖσθαι κακίας, ὁ τῶν
πταισμάτων ἔταξεν ἀναιρετικόν. Ἐπειδὴ τοίνυν του
σαῦτα ἐτίκτετο κακὰ, τὴν ἀρχὴν ὥσπερ πῦρ σβέσαν
τὸ Εὐαγγέλιον, ἔστησε τοῦ κακοῦ τὴν εἰς τὸ πρόσια
φοράν.
ΕΣΘ. – ΠΑΛΛΑΔΙΟ ΔΙΑΚΟΝΟ.
Εἰς τὸ «Εἰ τις ἐπισκοπῆς ὀρέγεται. »

Ἐπειδὴ μὴ τὸν ἀποστολικὸν κατωπτευσας νοῦν,
ἢ τὸν ἐν τῷ γράμματι κρυπτόμενον, ἀλλ' αὐτὸ μόνον
θεασάμενος τὸ γράμμα ἄνω καὶ κάτω θρυλλεῖς· « Εἴ
τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ, » ὡς
δέον ἱερᾶς τῆς τοιαύτης ἀρχῆς (88)· ἔχω μὲν δι'
ὧν δείξω, μὴ οὕτως εἰρηκέναι τὸν ᾿Απόστολον, ὡς
σὺ φής· ὅμως δὲ συγχωρήσας ἀνατρέψω τοῦτο.

Related Letters