Letter 235: Whoever thinks there is no art to silence is foolish.

Isidore of PelusiumPaulidus|c. 408 AD|Isidore of Pelusium|AI-assisted
monasticism

...you would rise above the swords that wound the soul, having acquired impassibility as your armor of resistance, and angels will minister to you after the struggle — not serving as slaves, since that is owed to God alone, but crowning you as a victor. For this is the reward of the one who nobly contends in the present contest. To Dorotheos the Comes. An interpretation of the priestly exclamation. The priest proclaims peace to the church from the height of his chair, imitating the Lord of the chair being taken up, leaving and giving his own peace.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

Α τρωσκόντων τὴν ψυχὴν ξιφῶν ὑπερανάσχῃς, ἀντι-
τυπίαν κτησάμενος τὴν ἀπάθειαν, ἄγγελοί σοι μετὰ
τὴν πάλην διακονήσουσιν, οὐ δουλικῶς ὑπηρετούμε-
νοι, ἐπειδὴ τοῦτο θεῷ μόνῳ ὠφείλετο, ἀλλὰ νικητι-
κῶς στεφανοῦντές σε. Τοῦτον γὰρ ἔχει μισθὸν ὁ τὸν
παρόντα ἀγῶνα γενναίως ἀνδριζόμενος.
ΡΚΒ΄. – ΔΩΡΟΘΕΟ ΚΟΜΗΤΙ.
Ἑρμηνεία τῆς ἱερατικῆς ἐκφωνήσεως.

Εἰρήνην ὁ ἱερεὺς ἀπὸ τοῦ ὕψους τῆς καθέδρας τῇ
ἐκκλησίᾳ ἐπιφθέγγεται· τὸν Κύριον τῆς καθέδρας
μιμούμενος ἀναλαμβανόμενον, εἰρήνην τὴν οἰκείαν
ἀφιέντα καὶ διδόντα. Τὸ δὲ, « Καὶ τῷ πνεύματί σου, »
παρὰ τοῦ λαοῦ ἀποκρινόμενον [...], τοῦτο δηλοῖ ·
Εἰρήνην μὲν ἡμῖν, παρέσχες, Κύριε, τὴν ἐν ἄλλήλοις
ὁμόνοιαν. Εἰρήνην δὲ δὸς ἡμῖν, τὴν πρὸς σὲ ἀδιαί-
ρετον ἕνωσιν, ἵνα τῷ πνεύματί σου εἰρηνεύοντες, ὁ
ἡμῖν ἐν ἀρχῇ τῆς δημιουργίας ἐνέθηκας, ἀχώριστοι
τῆς σῆς ἀγάπης τυγχάνωμεν.
ΣΛΕ. – ΣΕΡΗΝΗ.
Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, » Τίνα με λέ-
γουσιν οἱ ἄνθρωποι εἶναι;»
Οὐκ ἀγνοῶν τὴν τῶν ἀνθρώπων περὶ αὐτοῦ πολυ-
ώνυμον δόξαν ὁ τὰς καρδίας ἐμβατεύων Χριστὸς,
ἤρετο τοὺς ἑαυτοῦ μαθητάς· « Τίνα με λέγουσιν οἱ
ἄνθρωποι εἶναι; » ἀλλὰ τὴν ἀσφαλῆ ὁμολογίαν διδάξαι
πάντας βουλόμενος, ἣν ἐμπνευσθεὶς ὁ Πέτρος παρ'
αὐτοῦ ὡς κρηπίδα καὶ βάθρον (21) ἀπέθετο, ἐφ᾿ ἡ
τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ᾠκοδόμησε
ΣΛΕ. – ΕΡΜΙΝΩ ΚΟΜΗΤΙ.
"Ὅτι μετὰ τοῦ ὀρθοῦ βίου χρεία τῷ ἱερεῖ τῆς ἐν
τῷ λέγειν δυνάμεως.
"Ωσπερ εὐγενὲς δένδρον, ὅταν τῷ καρπῷ βρίθηται,

Related Letters