Letter 91: That I wasn't able to meet you and make your acquaintance while you were here in Antioch -- for that I blame my...

LibaniusPannychius, newly appointed provincial governor|c. 322 AD|Libanius|AI-assisted
education booksimperial politics

That I wasn't able to meet you and make your acquaintance while you were here in Antioch -- for that I blame my preoccupation with my students. And I suspect it would have been pleasant for you too to see me and talk before taking up your governorship, but the sheer volume of worries that come with a new command, even before you reach the provinces, must have kept you busy with the prefect.

It makes sense, then, that we should take the second-best course -- having missed the calm seas, as the proverb goes, we take to the oars and write letters instead.

I'm so confident that you'll be a friend, and that you'll be pleased by my letters and will respond in kind, that -- as though we were already old acquaintances -- I don't hesitate to ask a favor in this very first letter. What I wouldn't have been ashamed to ask in person, it would be wrong of me not to put in writing.

Pelagius ranks among the first families along the Euphrates in both birth and general distinction -- I think even the Euphrates itself would say so, if it could talk. He was my fellow student, and we delighted in each other's company. His character won even more praise than my own -- I won't deny it, since I consider that too a credit to me...

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

Παννυχίῳ. (359)

Ὅτι σοι μὴ οἷός τε ἐγενόμην ἐνταῦθα συμμίξας γενἐ-
σθαι γνώριμος, ἐγκαλῶ τῇ διὰ τοὺς νέους ἀσχολίᾳ. καὶ σοὶ
δέ που τάχ’ ἴσως ἦν οὐκ ἀηδὲς ἰδεῖν τέ με καὶ διαλεχθῆναι
πρὶν ἢ τῆς ἀρχῆς ἅψασθαι, διεκώλυσε δέ, οἶμαι, τὸ πλῆθος
τῶν φροντίδων, ἃς ὑπὸ τῆς ἀρχῆς πρὶν ἐπιβῆναι τῶν πόλεων
περὶ τὸν ὕπαρχον εἶχες.

ἔχει οὖν λόγον ἀλγοῦντας τῷ μὴ
συγγεγονέναι χρῆσθαι τῷ δευτέρῳ <πλῷ> καὶ τοῦ
ἁμαρτόντας ἐπὶ τὰς κώπας χωρεῖν καὶ ἐπιστέλλειν.

οὕτω
δέ σε ἐλπίζω φίλον ἕξειν καὶ τοῖς τε ἐμοῖς ἡσθήσεσθαι γράμ-
μασιν αὐτόν τε εὐθὺς ταῦτα μιμήσεσθαι, ὥστε ὡς ἂν πάλαι
συνήθης ἐν τοῖς πρώτοις γράμμασι καὶ χάριν αἰτεῖν οὐκ
ὀκνῶ· ἃ γὰρ πρὸς παρόντα οὐκ ἂν ᾐσχυνόμην λέγειν, ἀδι-
κοίην <ἂν> μὴ γράφων.

Πελάγιος ὅτι μὲν γένους τε
καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν
Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα
φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο
δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ

τοῦτο ἐμαυτοῦ καλόν, εἰ τῷ τοιούτῳ τὴν φύσιν χαίρων ἐφαι-
νόμην.

καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν
οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι’ ὅσων ἦλθεν, ἦλθε δὲ
διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ
τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν
δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.

τὸ δὲ μέγιστον, ἀγχίνοιαν γὰρ καὶ πρᾳότητα τοσαύτην ἑκα-
τέραν ἐπ’ ἄλλου του συνελθοῦσαν οὐκ οἶδα, καίτοι τὸ μὲν
ἡσύχιον πῶς οὐκ ὀξὺ λογίσασθαι; τὸ δὲ ὀξύτερον ἐπιεικῶς
καὶ ταραχῶδες. ἀλλ’ οὗτός γε ἐκέρασεν ἄμφω καὶ συνοικεῖν
ἔπεισεν ἡσυχίαν γνώμης μετ’ εὐβουλίας κεκτημένος, ἐντεῦθεν
εὑρεῖν τὸ δέον οὐδενὸς ὕστερος, τῷ δὲ ἑτέρῳ πάντως κράτιστος,
λόγου καὶ σιωπῆς καιρόν, εἴπερ τις, ἐπεγνωκώς, ἄρχοντα ἀγα-
θὸν μὲν ἐπαινέσαι, τοῦ δὲ οὐ τοιούτου φείσασθαι <εἰδώς>,
κτήματα τὰ πατρῷα μὲν διαφυλάττων, τὰ δὲ τῶν πλησίον οὐ
περικόπτων.

αὐτὸς ἂν πρὸς ἄλλον εἴποις καὶ ταῦτα καὶ
πλείω· τὸν γὰρ ναύτην οἶδέ που ὁ κυβερνήτης καὶ τοὺς χο-
ρευτὰς ὁ κορυφαῖος. τοῦτον οὖν τὸν τοιοῦτον χορευτὴν οἶδα
ὅτι δι’ ἐπιμελείας ποιήσῃ χάριν τε διδοὺς τοῖς χρηστοῖς, ἅπασι
γὰρ τοῦδε μέλει, καὶ διδάσκων τοὺς ἀρχομένους, ὅτι ὅστις
ἀρετὴν διώκει, πρότερος παρὰ σοὶ τῶν ἐκείνην οὐκ ἀγαπών-

τῶν.

ἐγὼ δὲ ἔργῳ μὲν οὐκ ἀμείψομαί σου τὴν χάριν, οὐ
γὰρ ἐν ἔργοις τά γε ἐμά, λέγων δὲ ἃ δεῖ περὶ τῶν σῶν ἔργων
οὔποτε παύσομαι. ἐρῶ δέ, ὡς ἀξία γε τῶν τε πόνων ἐκείνων
καὶ τῶν λόγων ἡ τύχη ἐκ μὲν μουσείων ἐπὶ τὸ βουλεύειν
ἐλθὼν ἐκράτεις καὶ ἐδείκνυς τὸν ῥήτορα, ἐκ δὲ τοῦ βουλεύειν
ἐπὶ τὸ ἄρχειν ἥκεις καὶ πάρεδρος ἡ Δίκη.

ἡμεῖς μὲν οὖν
σοῦ καὶ μεμνήμεθα καὶ συνευχόμεθα, σὺ δ’ ἡμῖν τοῦ προ-
γόνου μεμνῆσθαι τοῦ Μίνω, μᾶλλον δὲ μεμνημένος διατε-
λεῖς, ὅθεν ὤρθωται μὲν τὰ καιρῶν, ἡμῖν δὲ ἔστιν εἰπεῖν τι
περὶ σοῦ τοιοῦτον ὁποῖον ἐπεθυμοῦμεν.

Related Letters