Letter 209: The school goes on, as it always does -- some years better than others, but never without interest.

LibaniusSpectatus|c. 333 AD|Libanius|AI-assisted
education books

To Elpidius. (360?)

Naumachius has not yet sent the silver itself, but he has sent a letter confirming receipt, still looking, it seems to me, for a person he can trust.

AI-assisted translation — This translation was produced with AI assistance and has not been peer-reviewed. See the 19th-century translation or original Latin/Greek below for scholarly use.

Latin / Greek Original

Ἐλπιδίῳ. (360?)

Αὐτὸν μὲν οὔπω τὸν ἄργυρον, τὰ δ’ ὑπὲρ τοῦ ἀπειλη-
φέναι γράμματα Ναυμάχιος ἔπεμψεν ἔτι ζητῶν ἐμοὶ δοκεῖν
ἄνθρωπον, ᾧ καὶ θαρρεῖν ἄξιον.

ἐγὼ δὲ αἰσχυνόμενος, ὅτι
σε εἰσέπραττον, εἰσέπραττον γὰρ ὑπ’ ἀνάγκης τῶν ἀγρῶν νῦν
ἀντὶ τοῦ διδόναι βουλομένων λαμβάνειν, πῶς ἔμελλον προσθή-
σεῖν ἐπιστολήν, ἐν ᾗ καὶ τῶν χρημάτων ἔδει μνησθῆναι; πά-
νυ γὰρ ἠρυθρίων, εὖ ἴσθι, καὶ Ναυμαχίῳ λαλῶν ὑπὲρ τοῦ
κομίσασθαι, καὶ οὐδέν γε ἧττον ἢ εἰ κλέπτων τι τῶν ἐπ’ ἀγο-
ρᾶς ἑαλώκειν.

μὴ δή μοι χάριν ἔχειν τοῦ περὶ τὸν χρόνον
μήκους, ἀλλὰ συγγνώμην ὅτι μὴ πρὸς τοσοῦτον ἕτερον προὔ-
βῆν, μᾶλλον δὲ ὅτι μὴ μέχρι τελευτῆς ἐσίγων. τουτὶ γὰρ ἦν
κόσμος βεβαιῶσαι τὴν παροιμίαν, οἶσθα τί; λέγουσαν περὶ
τῶν ὄντων τοῖς φίλοις.

ἃ #x003E; Μαρκιανὸς διηγεῖτο καὶ
δακρύειν ἡμᾶς ἠνάγκαζε καὶ γελᾶν· τοὺς μὲν γὰρ πεπονθό-
τας ἠλεοῦμεν, ὁ δὲ γέλως ἐκ τῆς τοῦ δρῶντος ἀσχημοσύνης.
σοὶ δὲ ὅτι πολεμήσει μάλα ἠπιστάμην· εἷς γὰρ εἰ τῶν ἀγα-

θῶν.

ὥρα δὲ καὶ Ἀλεξάνδρῳ τῷδε τρέμειν μὴ περιπεσὼν
ἀπόληται· καὶ γὰρ οὗτος τῶν ἀγαθῶν. σὺ οὖν αὐτὸν δίδασκε,
πῶς ἂν διαφύγοι τὸν μοχλὸν ᾧ τὸ καλὸν ἔθετο ὁ πέρδιξ
ὄνομα.

Related Letters